Ποίημα Εὐθυμίου Μοναχοῦ Συγγέλλου
Ὠδὴ α'. Ἦχος πλ. β' Ὡς ἐν ἠπείρῳ πεζεύσας
Πῶς μου θρηνήσω τὸν βίον τὸν ρυπαρόν, καὶ τὰ πλήθη, Δέσποινα, τῶν ἀμέτρων μου κακῶν; τί δὲ ἐξαγγείλω σοὶ Ἁγνή, ἀπορῶ καὶ δειλιῶ, ἀλλὰ βοήθει μοι.
Πόθεν ἀπάρξομαι λέγειν τὰ πονηρά, καὶ δεινά μου πταίσματα, ὁ ταλαίπωρος ἐγώ; οἴμοι, τί γενήσομαι λοιπόν; ἀλλὰ Δέσποινα καμὲ πρὸ τέλους οἴκτειρον.
Πᾶσαν ὁδὸν παροδεύσας ἁμαρτιῶν, σωτηρίας Ἄχραντε, τρίβον εὗρον οὐδαμῶς ἀλλὰ σοὶ προστρέχω ἀγαθή. Μὴ παρίδης ἐκ ψυχῆς μετανοοῦντὰ με.
Τοῦ μὲν θανάτου τὴν ὥραν διηνεκῶς, ἐννοῶ Πανάχραντε, καὶ τὸ βῆμα τὸ φρικτόν, συνηθεία ὅλως δὲ κακῶν, δελεάζομαι δεινῶς, ἀλλὰ βοήθει μοί.
Τῶν Ἀγαθῶν ὁ φθορεὺς μὲ νῦν καθορῶν, γυμνὸν ἀπροστάτευτον, καὶ μακρὰν ἀπὸ Θεοῦ, γεγονότα θείων ἀρετῶν, καταπίνειν μὲ ὁρμᾶ· Δέσποινα πρόφθασον.
Ὠδὴ γ'. Οὐκ ἔστιν ἅγιος ὡς σύ.
Ψυχὴν ἐμόλυνα αἰσχρῶς, Δέσποινα Θεοτόκε, ἐξ ἀμέτρων πταισμάτων, ὁ ταλαίπωρος ἐγὼ· καὶ ποὺ λοιπὸν πορευθῶ, ἀπογνώσει ὅλως συνεχόμενος.
Τὸ κατ' εἰκόνα τοῦ Θεοῦ κατεσπίλωσα οἴμοι! ὑψηλόφρονι γνώμη ὁ ταλαίπωρος ἐγὼ καὶ ποὺ λοιπὸν πορευθῶ; ἀλλὰ σπεῦσον, Παρθένε, βοήθει μοί.
Οὐκ ἔστιν ὅλως ἐν βροτοῖς, ὁ τα ἄθεσμα πράξας, γεννηθεὶς ἐν τῷ βίῳ, ὦσπερ ἐγώ, Ἀγαθή, ἀσελγείας τῶν δεινῶν· τὸ γὰρ θεῖον Βάπτισμα ἐμόλυνα.
Εἰς τέλος ἔφθασα κακῶν, Παναγία Παρθένε· σὺ βοήθησον τάχει· οὐρανὸς γὰρ καὶ ἡ γῆ, καταβοῶσι πικρῶς, τῶν ἀμέτρων πράξεων τὰ ἄτοπα.
Ὠδὴ δ'. Χριστός μου δύναμις.
Ἀγγέλων τάγματα, καὶ τὰ στρατεύματα, οὐρανῶν αἱ Δυνάμεις του Σοῦ Υἱοῦ, φρίττουσι τὸ κράτος Ἁγνὴ· νῦν δὲ ἐγὼ ἀπογνωσθείς, ἀφοβία περιέχομαι.
Ἐξέστη ἅπασα ἡ γῆ καὶ ἔφριξε, καθορῶσα δεινῶς τὲ καὶ πονηρῶς, πράττοντα τὰ ἄτοπα, καὶ τοῦ Υἱοῦ σου τὴν πολλήν, εὐσπλαγχνίαν καταπλήττοντα.
Ναὸν ἐμόλυνα, κακῶς τοῦ σώματος, καὶ Ναὸν τοῦ Κυρίου, ὀν πὲρ βροτοί, τρέμοντες εἰσέρχονται· ἐγὼ δὲ οἴμοι! ἀναιδῶς, εἰσπορεύομαι ὁ ἄσωτος.
Μὴ δείξης Δέσποινα, μὴ δείξης ξένον με, ξενωθέντα τῆς σκέπης τοῦ σου Υἱοῦ, ὅλως καὶ ἀνάξιον· ἀλλὰ ἀπόπλυνον καμέ, ἐκ τοῦ ρύπου τῶν πταισμάτων μου.
Ὠδὴ ε'. Τῷ θείῳ φέγγει σου Ἀγαθέ.
Ἀδὰμ παρέβη μὲν ἐντολήν, μίαν σου Παρθένε τοῦ Υἱοῦ, καὶ ἐξορία ὑπέπεσε· πὼς δὲ μοῦ θρηνήσω πταισμάτων ἄβυσσον, ἐγὼ ὁ ἀποστάτης καὶ παραβάτης Θεοῦ;
Φθορεὺς μὲν πάλαι ἀναφανεῖς, καὶ ἀδελφοκτόνος Κάϊν πρὶν ἀπὸ Θεοῦ κεκατήραται· τί δὲ ποιήσω ἐγὼ ὁ πάντολμος; ψυχὴν γὰρ ἀποκτείνας, νῦν οὐκ αἴσχύνομαί,
Ἠσαὺ ἐζήλωσα τὸν δεινόν, ἐν γαστριμαργίᾳ καὶ τρυφή, ψυχὴν καὶ σῶμα ἐμόλυνα, μέθη καὶ λαγνεία ρυπώσας βίον μου· καὶ τὶς λοιπὸν μὴ κλαύση, ἐμὲ τὸν ἄθλιον;
Τῷ θείῳ φέγγει σου, Ἀγαθή, ἴασαί μου πάθη τῆς ψυχῆς, ἂ ὁ φθορεὺς μοὶ ἐνέσπειρε ρυσαὶ μὲ τῆς τούτου αἰχμαλωσίας πικρᾶς· γελᾶ γὰρ καθορὼν με, νῦν ἀπροστάτευτον.
Ὠδὴ στ'. Τοῦ βίου τὴν θάλασσαν.
Ὁ βίος μου ἄσωτος, ἡ ψυχή μου ρυπαρά, καὶ ἡ ζωη πανάθλιος· τὸ δὲ σῶμα μου ὅλον ἐν τοῖς κακοῖς, δεινῶς κατεσπίλωσα· διο σπεῦσον, Παρθένε, καὶ βοήθει μοί.
Τὸ τέλος ἐφέστηκε, καὶ οὐ φέρω, Ἀγαθή, τὸ συνειδὸς ἐλέγχει μὲ παριστὰ γὰρ μοὶ πράξεις τὰς πονηρᾶς καὶ βίου τὸ ἄστατον, καὶ τὸ βῆμα πτοοῦμαι τοῦ Υἱοῦ σου, Ἁγνή.
Σαρκός μου την πύρωσιν, ποταμὸς ὁ τοῦ πυρός, ὁ φοβερὸς καὶ ἄσβεστος, ἀναμένει Πανάχραντε ἀληθῶς, καὶ σκώληξ ἀκοίμητος· ἀλλὰ ρυσαὶ μὲ τούτων ταῖς πρεσβείαις σου.
Σὺν τρόμῳ συνέχομαι, καὶ πτοοῦμαι, Ἀγαθή, τοῦ πονηροῦ τα ἔνεδρα πρὸ τοῦ τέλους γὰρ τρίζει μοὶ ὁ φθορεύς, ὀδόντας κατέχων με, ὡς αἰχμάλωτον ὄντα καὶ γυμνὸν ἀρετῶν.
Ὠδὴ ζ'. Δροσοβόλον μὲν τὴν κάμινον.
Ἑπταπλάσιον τὴν φλόγα μοὶ ἐξέκαυσε, τὴν τῶν παθῶν ὁ δόλιος, ταῖς μοιχείαις δὲ τῆς καρδίας ὅλον θανατοῖ· ἂλλ ἄρδευσον ρείθροις τῶν ἐμῶν, δακρύων Μῆτερ τοῦ Θεοῦ, καὶ μὴ ἀπώση με.
Συμπνιγόμενον τῷ βόθρῳ τῶν πταισμάτων μου, μὴ μὲ ἐάσης, Δέσποινα καὶ γὰρ βλέπων μὲ ἀπογνόντα ὄντα· Ἀγαθή, γελᾶ ὁ παμπόνηρος ἐχθρὸς· ἀλλὰ Αὐτή σου κραταιὰ χειρὶ ἀνάστησον.
Φοβερὸν μὲν τὸ κριτήριον ταλαίπωρε, ψυχή μου καὶ ἀναίσθητε, καὶ ἡ κόλασις ἀτελεύτητός τὲ καὶ φρικτὴ· ἀλλ' ὅμως νῦν πρόσπεσον Μητρί τὴ τοῦ Κριτοῦ σου καὶ Θεοῦ, καὶ τί ἀπέγνως σαυτήν;
Ἐπὶ σὲ τὴν πᾶσαν Δέσποινα ἐλπίδα μου, ἀνέθηκα ὁ ἄσωτος· μὴ ἀποστρέψης ἀπ' ἐμοῦ τὸ πρόσωπόν σου νῦν· μὴ σπλάγχνα φιλάνθρωπα τὰ σά, κλείσης μοὶ Μῆτερ τοῦ Θεοῦ, ἀλλὰ βοήθει μοί.
Ἐσκοτίσθην ὁ ταλαίπωρος, Πανάχραντε, τῷ πλήθει ἀμέτρων κακῶν, καὶ ἠλλοίωμαι τῆς ψυχῆς τὸ ὄμμα καὶ τὸν νοῦν· διο μὲ φωτὸς σοῦ ταῖς αὐγαῖς, πρὸς ἀπαθείας γλυκασμὸν θάττον εἰσάγαγε.
Ὠδη ἡ' Ἐκ φλογὸς τοῖς Ὁσίοις
Τῆς Τριάδος τὸν ἕνα Θεὸν ἡ τέξασα, καὶ ἀγκάλαις βαστάσασα Μητροπαρθένε, σβέσον τῶν παθῶν την πυρίφλογον κάμινον, καὶ δακρύων ρείθροις, ἀπόπλυνον ψυχήν μου.
Παρουσίαν θανάτου φρίττω, Πανάχραντε, καὶ τὴν κρίσιν ἐκείνην ὅλως οὐ δέδοικα· πράττειν δὲ κακὰ οὐδὲ ὅλως ἀφίσταμαι· οἴκτειρον καὶ σῶσον, πρεσβείαις σοῦ πρὸ τέλους.
Στεναγμοὺς ἀσιγήτους, Δέσποινα, δώρησαι, καὶ δακρύων πηγὴν μοί, ἵνα ἐκπλύνω μου πταίσματα πολλά, καὶ ἀνίατα τραύματα, ὅπως ἐπιτύχω, ζωῆς τῆς αἰωνίου.
Τῶν κακῶν μου τὰ πλήθη σοὶ ἐξηγόρευσα· ὡς οὔδείς γὰρ ἐν κόσμῳ ἄλλος παρόργισα, Δέσποινα, Θεόν, τὸν Υἱόν σου καὶ Κύριον· τούτῳ μὲ ἐν τάχει, κατάλλαξον εὐχαῖς σου.
Μὴ μὲ στήσης ἐν ὥρᾳ Δέσποτα κρίσεως, μετά των κατακρίτων ὁ φύσει εὔσπλαγχνος· ἀλλὰ σῆς Μητρός, ταῖς πρεσβείαις ἔλέησόν, καὶ τοῖς δεξιοῖς σου μὲ σύνταξον προβάτοις.
Ὠδη θ'. Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον
Ἰδοὺ προσέρχομαί σοί, Πανάχραντε, φόβῳ πολλῷ καὶ πόθῳ τὴν ἰσχὺν ἐπιστάμενος, τῆς πολλῆς πρεσβείας ἐγὼ ὁ δουλός σου· μέγιστα γὰρ ἰσχύει, ὦ Παντευλόγητε, δέησις Μητρὸς πρὸς τὸν Υἱόν· σπλάχνοις γὰρ κάμπτεται.
Χοροὺς παράλαβε Ἀρχαγγέλων τέ, καὶ τὴν πληθὺν τῶν ἄνω στρατευμάτων καὶ Πρόδρομον, Ἀποστόλων δήμους καὶ Προφήτας τέ, Μάρτυρας, καὶ Ὁσίους, Ἱερομάρτυρας, καὶ πρεσβείαν ποίησον, Ἁγνή, ὑπὲρ ἐμοῦ πρὸς Θεόν.
Καὶ νῦν καὶ τότε τὴν σὴν βοήθειαν, εὗρον Ἁγνή, ἐν ἡ ὅταν ἐκλίπη τὸ πνεῦμά μου, τῶν δαιμόνων θάττον λυτρουμένη με, ρύσαι της τυραννίδας τούτων, Πανάχραντε, καὶ μὴ μὲ ἐάσης, Ἀγαθή, παραδοθῆναι αὐτοῖς.
Κριτὴν οἰκτίρμονα καὶ φιλάνθρωπον, τὸν σὸν Υἱὸν ἐκδέχομαι Ἁγνή, μὴ ὑπερἴδῃς με· ἀλλ' αὐτὸν μοὶ ποίησαν εὐίλατον, στῆσαι ἐκ δεξιῶν με, τότε Πανύμνητε, τοῦ ἀχράντου βήματος αὐτοῦ· εἰς σὲ γὰρ ἤλπισα.
Ἀρχαί, Ἀρχάγγελοι, Κυριότητες, καὶ Σεραφίμ, Δυνάμεις, Ἐξουσίαι, καὶ Ἄγγελοι, Θρόνοι πολυοματοὶς σὺν τοῖς Χερουβίμ, νῦν τὸν δεδόξασμένον τόκον σοῦ σέβοντες, σὲ Παρθενομῆτορ εὐλαβῶς ἀεὶ δοξάζομεν.
ΑΠΟ ΤΟΝ ΜΕΓΑΝ ΣΥΝΑΞΑΡΙΣΤΗΝ ΤΗΣ ΟΡΘΟΔΟΞΟΥ ΕΚΚΛΗΣΙΑΣ
- Η ΣΩΤΗΡΙΟΣ ΜΕΤΑΝΟΙΑ -
ΕΚΔΟΣΙΣ Γ’ – ΑΘΗΝΑΙ 1985 – σελ. 162-166
ΨΗΦΙΟΠΟΙΗΣΗ: Ι.Ν.ΑΓΙΩΝ ΤΑΞΙΑΡΧΩΝ ΙΣΤΙΑΙΑΣ